Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.13 Joseph. AJ 11.17 (English) >>Joseph. AJ 11.22

11.15 δʼ ἀριθμὸς αὐτῶν ἐστιν τοσοῦτος· ψυκτῆρες χρύσεοι πεντήκοντα, ἀργύρεοι τετρακόσιοι, θηρίκλεια χρύσεα πεντήκοντα, ἀργύρεα τετρακόσια, κάδοι χρύσεοι πεντήκοντα, ἀργύρεοι πεντακόσιοι, σπονδεῖα χρύσεα τεσσαράκοντα, ἀργύρεα τριακόσια, φιάλαι χρυσαῖ τριάκοντα, ἀργύρεαι δισχίλιαι τετρακόσιαι, σκεύη τε ἄλλα μεγάλα χίλια. 11.16συγχωρῶ δὲ αὐτοῖς καὶ τὴν ἐκ προγόνων εἰθισμένην τιμὴν κτηνῶν καὶ οἴνου καὶ ἐλαίου δραχμὰς εἴκοσιν μυριάδας καὶ πεντακισχιλίας πεντακοσίας καὶ εἰς σεμίδαλιν πυρῶν ἀρτάβας δισμυρίας πεντακοσίας. κελεύω δὲ τὴν τούτων χορηγίαν ἐκ τῶν Σαμαρείας γίνεσθαι φόρων. 11.17ἐποίσουσι δὲ τὰ ἱερὰ ταῦτα κατὰ τοὺς Μωυσέως νόμους οἱ ἱερεῖς ἐν Ἱεροσολύμοις καὶ προσφέροντες εὔξονται τῷ θεῷ περὶ σωτηρίας τε τοῦ βασιλέως καὶ τοῦ γένους αὐτοῦ, ὅπως Περσῶν βασιλεία διαμείνῃ. τοὺς δὲ παρακούσαντας τούτων καὶ ἀκυρώσαντας ἀνασταυρωθῆναι 11.18βούλομαι καὶ τὰς οὐσίας αὐτῶν εἶναι βασιλικάς.” καὶ μὲν ἐπιστολὴ ταῦτα ἐδήλου· τῶν δʼ ἐκ τῆς αἰχμαλωσίας συνελθόντων εἰς Ἱεροσόλυμα μυριάδες ἦσαν τέσσαρες καὶ δισχίλιοι τετρακόσιοι ἑξήκοντα δύο. 11.19

Βαλλομένων δὲ τοὺς θεμελίους τοῦ ναοῦ καὶ περὶ τὴν οἰκοδομίαν αὐτοῦ λίαν ἐσπουδακότων, τὰ πέριξ ἔθνη καὶ μάλιστα τὸ Χουθαίων, οὓς ἐκ τῆς Περσίδος καὶ Μηδικῆς ἀγαγὼν Σαλμανασσάρης τῶν Ἀσσυρίων βασιλεὺς κατῴκισεν ἐν Σαμαρείᾳ, ὅτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀνάστατον ἐποίησεν, παρεκάλουν τοὺς σατράπας καὶ τοὺς ἐπιμελουμένους ἐμποδίζειν τοὺς Ἰουδαίους πρός τε τὴν τῆς πόλεως ἀνάστασιν καὶ τὴν τοῦ ναοῦ κατασκευήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.13 Joseph. AJ 11.17 (English) >>Joseph. AJ 11.22

Powered by PhiloLogic